Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.458 | Joseph. BJ 5.464 (English) | >>Joseph. BJ 5.470 |
5.461εὐδαιμονῆσαι γὰρ δὴ μάλιστα τῶν ὑπὸ Ῥωμαίοις βασιλέων τὸν Κομμαγηνὸν συνέβη πρὶν γεύσασθαι μεταβολῆς · ἀπέφηνε δὲ κἀκεῖνος ἐπὶ γήρως ,
-- -- ἀλλʼ ὅ γε παῖς ἀκμάζοντος αὐτοῦ τηνικαῦτα παρὼν θαυμάζειν ἔφασκε , τί δήποτε Ῥωμαῖοι κατοκνοῖεν προσιέναι τῷ τείχει · πολεμιστὴς δέ τις αὐτὸς ἦν καὶ φύσει παράβολος κατά τε ἀλκὴν τοσοῦτος , ὡς ὀλίγῳ τὰ τῆς τόλμης διαμαρτάνειν .
5.463μειδιάσαντος δὲ τοῦ Τίτου καὶ “κοινὸς ὁ πόνος ” εἰπόντος , ὡς εἶχεν ὥρμησεν ὁ Ἀντίοχος μετὰ τῶν Μακεδόνων πρὸς τὸ τεῖχος .
5.464αὐτὸς μὲν οὖν διά τε ἰσχὺν καὶ κατʼ ἐμπειρίαν ἐφυλάττετο τὰ τῶν Ἰουδαίων βέλη τοξεύων εἰς αὐτούς , τὰ μειράκια δὲ αὐτῷ συνετρίβη πάντα πλὴν ὀλίγων · διὰ γὰρ αἰδῶ τῆς ὑποσχέσεως προσεφιλονείκει μαχόμενα ·
5.465καὶ τέλος ἀνεχώρουν τραυματίαι πολλοί , συννοοῦντες ὅτι καὶ τοῖς ἀληθῶς Μακεδόσιν , εἰ μέλλοιεν κρατεῖν , δεῖ τῆς Ἀλεξάνδρου τύχης .
5.466
μέγιστα γὰρ ἐχώσθη τὰ τέσσαρα , καὶ θάτερον μὲν τὸ ἐπὶ τὴν Ἀντωνίαν ὑπὸ τοῦ πέμπτου τάγματος ἐβλήθη κατὰ μέσον τῆς Στρουθίου καλουμένης κολυμβήθρας , τὸ δʼ ἕτερον ὑπὸ τοῦ δωδεκάτου διεστῶτος ὅσον εἰς πήχεις εἴκοσι .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 5.458 | Joseph. BJ 5.464 (English) | >>Joseph. BJ 5.470 |